Malalas 6.1 1–10 = 4–13 (Thurn)

1 (4)
Ἐπὶ οὖν τῆς βασιλείας Ἰωακεὶμ βασιλέως ὁπλισάμενος κατὰ Ἰου-
 
δαίων ἀνῆλθεν Ναβουχοδονόσορ, βασιλεὺς Ἀσσυρίων· καὶ παρέλαβε τὴν
 
Ἱερουσαλὴμ καὶ πᾶσαν τὴν γῆν τῆς Ἰουδαίας, καθὼς οἱ προφῆται προ-
 
έλεγον τῷ Ἰσραήλ. καὶ ἀπήγαγε τὸν Ἰωακείμ, βασιλέα τῶν Ἰουδαίων,
5 (8)
αἰχμάλωτον καὶ πάντα τὰ βασιλικὰ σκεύη καὶ πάντας δοριαλώτους
 
ἐποίησεν, καὶ οὐκέτι ἐβασίλευσε τῶν Ἰουδαίων οὔτε Ἱερουσαλήμ, πόλις
 
τῆς Ἰουδαίας, οὔτε Σαμάρεια. καὶ λοιπὸν παρεδόθη ἡ βασιλεία τῶν Ἰου-
 
δαίων εἰς χεῖρας Ἀσσυρίων, καὶ ἐκυρίευσαν αὐτῶν. ἐν δὲ τῷ πέμπτῳ
 
ἔτει τῆς βασιλείας Ναβουχοδονόσορ πᾶσα ἡ αἰχμαλωσία τῶν Ἰουδαίων
10 (13)
ἐγένετο ἐν Βαβυλῶνι, καθὼς Εὐσέβιος ὁ Παμφίλου ἐχρονογράφησεν.
Philologisch-Historischer Kommentar
Parallelüberlieferung
Literatur