Malalas 10.45 1–28 = 80–12 (Thurn)

1 (80)
Τῷ δὲ ληʹ ἔτει μετὰ τὸ ἀναληφθῆναι τὸν σωτῆρα Χριστὸν ὁ Τίτος
 
τὴν Ἰουδαίαν παρέλαβεν καὶ τὴν Ἱερουσαλὴμ ἐπὶ τῆς ὑπατείας Κομμό-
 
δου καὶ Ῥούφου, βασιλεύοντος τοῦ πατρὸς αὐτοῦ Οὐεσπασιανοῦ· καὶ
 
ἐπόρθησε τὴν Ἱερουσαλὴμ καὶ πᾶσαν τὴν Παλαιστίνην καὶ τὸ ἱερὸν τῶν
5 (84)
Ἰουδαίων κατέστρεψεν ἐν τῇ αὐτῇ τῆς ἑορτῆς ἡμέρᾳ, ὅτε παρέλαβε τὴν
 
πόλιν, καὶ ἀπώλεσε ψυχῶν μυριάδας ρι’, ξίφεσιν αὐτοὺς κατακόψας·
 
ἄλλας δὲ μυριάδας ιε’ διαπέπρακεν αἰχμαλώτων νεανίσκων καὶ παίδων
 
ἀρρενικῶν καὶ παρθένων κορασίων, καθὼς καὶ Ἰώσηπος ὁ σοφώτατος
 
συνεγράψατο· Ἑβραῖος γὰρ ὑπῆρχε καὶ παρῆν ἐν τῷ πολέμῳ. καὶ πάσας
10 (89)
δὲ τὰς ἐπαρχίας τῆς Ἰουδαίας ἀπώλεσεν ὁ Τίτος. ὁ δὲ σοφὸς Εὐσέβιος ὁ
 
Παμφίλου συνεγράψατο οὕτως, ὅτι· ῾ἐν τῇ ἑορτῇ αὐτῶν τὸν Χριστὸν
 
ἐσταύρωσαν οἱ Ἰουδαῖοι καὶ ἐν τῇ αὐτῇ ἑορτῇ πάντες ἀπώλοντο, τοῦ
 
σωτῆρος ἐκδεδωκότος αὐτούς.᾿ τρεῖς δὲ μετὰ ταύτης πορθήσεις εἰσὶ τῆς
 
Ἱερουσαλήμ, καθὼς ὁ σοφώτατος Εὐσέβιος συνεγράψατο.
15 (94)
Ὁ δὲ Τίτος θριαμβεύσας τὴν νίκην ἀπῆλθεν ἐπὶ τὴν Ῥώμην· Οὐεσπα-
 
σιανὸς δὲ ἐκ τῆς Ἰουδαϊκῆς πραίδας ἔκτισεν ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ τῆς
 
Συρίας τὰ λεγόμενα Χερουβὶμ πρὸ τῆς πύλης τῆς πόλεως. ἐκεῖ γὰρ ἔπηξε
 
τὰ Χερουβὶμ τὰ χαλκᾶ, ἃ εὗρεν Τίτος ὁ αὐτοῦ υἱὸς ἐν τῷ ναῷ Σολομῶν-
 
τος πεπηγμένα, καὶ ὅτε τὸν ναὸν ἔστρεψεν, ἀφείλατο αὐτὰ ἐκεῖθεν καὶ ἐν
20 (4)
Ἀντιοχείᾳ αὐτὰ ἤνεγκεν σὺν τοῖς Σεραφίμ, θριαμβεύων τὴν κατὰ Ἰου-
 
δαίων γενομένην νίκην ἐπὶ τῆς αὐτοῦ βασιλείας, στήσας ἄνω στήλην
 
χαλκῆν εἰς τιμὴν τῇ σελήνῃ μετὰ τεσσάρων ταύρων προσεχόντων ἐπὶ
 
τὴν Ἱερουσαλήμ· νυκτὸς γὰρ αὐτὴν παρέλαβεν λαμπούσης τῆς σελήνης.
 
ἔκτισε δὲ καὶ τὸ θέατρον Δάφνης ἐπιγράψας ἐν αὐτῷ· ῾ἐξ πραίδα Ἰου-
25 (9)
δαία.᾽ ἦν δὲ πρῴην ὁ τοῦ αὐτοῦ θεάτρου τόπος συναγωγὴ τῶν Ἰου-
 
δαίων· καὶ πρὸς ὕβριν αὐτῶν τὴν συναγωγὴν αὐτῶν λύσας ἐποίησε
 
θέατρον, στήσας ἑαυτῷ ἄγαλμα μαρμάρινον ἐκεῖ, ὅπερ ἕως τῆς νῦν
 
ἵσταται.
Philologisch-Historischer Kommentar
16/6 πραίδας: Von lat. praeda / praedari: II 7, 15. (Florian Battistella)
24/11 πραίδα: Wie bereits zu Z. 16 ausgeführt, ein Lehnwort aus dem Lateinischen: II 7, 15. (Florian Battistella)
Parallelüberlieferung
Literatur