Malalas 2.1 1–21 = 2–22 (Thurn)

1 (2)
Μετὰ καὶ τὴν τελευτὴν Ἡφαίστου ἐβασίλευσεν Αἰγυπτίων ὁ υἱὸς
 
αὐτοῦ ὀνόματι Ἥλιος ἡμέρας ͵δυοζʹ, ὡς εἶναι ἔτη ιβʹ καὶ ἡμέρας ϟζʹ· οὐ
 
γὰρ ᾔδεισαν οἱ Αἰγύπτιοι τότε ἢ ἄλλοι τινὲς ἀριθμὸν ⟨ἐνιαυτῶν⟩ ψηφί-
 
σαι, ἀλλ᾽ οἱ μὲν τὰς περιόδους τῆς σελήνης ἐψήφιζον εἰς ἐνιαυτούς, οἱ δὲ
5 (6)
τὰς περιόδους τῶν ἡμερῶν εἰς ἔτη ἐψήφιζον· οἱ γὰρ τῶν ιβʹ μηνῶν
 
ἀριθμοὶ μετὰ ταῦτα ἐπενοήθησαν, ἐξότε ἐπωνομάσθη τὸ ὑποτελεῖς εἶναι
 
τοὺς ἀνθρώπους τοῖς βασιλεῦσιν. ὁ δὲ αὐτὸς Ἥλιος, ὁ υἱὸς Ἡφαίστου,
 
ἦν φιλότιμος δυνατός· ὅστις ἐδιδάχθη ὑπό τινος, ὡς γυνή τις Αἰγυπτία
 
τῶν ἐν εὑπορίᾳ καὶ ἀξίᾳ οὐσῶν παρ᾽ αὐτοῖς ἐρῶσά τινος ἐμοιχεύετο ὑπ᾽
10 (11)
αὐτοῦ. καὶ ἀκούσας ὁ Ἥλιος ἐζήτησεν αὐτὴν πιάσαι διὰ τὴν τοῦ πατρὸς
 
αὑτοῦ Ἡφαίστου νομοθεσίαν, ἵνα μὴ λυθῇ· καὶ λαβὼν στρατιώτας ἐκ τοῦ
 
ἰδίου στρατοῦ, μαθὼν τὸν καιρὸν τῆς μοιχείας αὐτῆς γίνεσθαι νυκτῶν,
 
ἐπιρρίψας αὐτῇ τοῦ ἀνδρὸς αὐτῆς μὴ ὄντος αὐτόθι εὗρεν αὐτὴν μετὰ
 
ἄλλου καθεύδουσαν τοῦ ἐρωμένου παρ᾽ αὐτῆς. ἥντινα εὐθέως κατα-
15 (16)
γαγὼν ἐπόμπευσεν ἐν πάσῃ τῇ χώρᾳ τῆς Αἰγύπτου τιμωρησάμενος· καὶ
 
γέγονεν σωφροσύνη μεγάλη ἐν τῇ γῇ τῆς Αἰγύπτου· κἀκεῖνον δὲ τὸν
 
μοιχὸν ἀνεῖλεν, καὶ εὐχαριστήθη. περὶ οὖ ἱστορεῖ ποιητικῶς Ὅμηρος ὁ
 
ποιητής, ὡς ὁ Ἥλιος, φησίν, ἤλεγξεν τὴν Ἀφροδίτην συμμιγνυμένην νυ-
 
κτὸς Ἄρεϊ· Ἀφροδίτην δὲ ἐκάλεσεν τὴν ἐπιθυμίαν τῆς πορνείας ἀπὸ τοῦ
20 (21)
Ἡλίου βασιλέως ἐλεγχθεῖσαν. τὸ δὲ ἀληθές, ὡς προγέγραπται, Παλαίφα-
 
τος ὁ σοφώτατος χρονογράφος συνεγράψατο.
Philologisch-Historischer Kommentar
11/9 στρατιώτας: Der Begriff στρατιώτης/στρατιωτικός wird in der Chronographia häufig verwendet (47+10 Okkurrenzen), viel öfter als sein Synonym ὁπλίτης/ὁπλιτικός II 15, 29. Laut dem TLG wäre für die Chronographia wegen ihrer Länge die erwartete Zahl an Okk. 18 (15+3). (Brendan Osswald)
Parallelüberlieferung
Literatur
Jeffreys (1990f): Jeffreys, Elizabeth: The Transmission of Malalas' chronicle 1: Malalas in Greek, Jeffreys, Elisabeth/Croke, Brian/Scott, Roger, Studies in John Malalas, Sydney 1990, 245–267.
Neumann (1880): Neumann, K.J.: Der Umfang der Chronik des Malalas in der Oxforder Handschrift, Hermes, 1880, 356–360.
Thurn (2000): Thurn, Johannes: Ioannis Malalae Chronographia, Berolini et Novi Eboraci, 2000.